Σάββατο 26 Νοεμβρίου 2011

Το Ευαγγέλιο της Κυριακής 27 Νοεμβρίου 2011 ( ΙΓ´ Λουκά) : Λουκ. ιη´ 18-27

Τῷ καιρῷ ἐκείνῳ, ἄρχων τις προσῆλθε τῷ ᾿Ιησοῦ λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; Εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Τὰς ἐντολὰς οἶδας· «μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου». ῾Ο δὲ εἶπε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ᾿Ακούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ῎Ετι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ῾Ο δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. ᾿Ιδὼν δὲ αὐτὸν ὁ ᾿Ιησοῦς περίλυπον γενόμενον εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ! Εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Εἶπον δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; ῾Ο δὲ εἶπε· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

Μετάφραση:
Εκεῖνο τὸν καιρό, κάποιος ἄρχοντας πλησίασε τὸν ᾿Ιησοῦ καὶ τοῦ εἶπε· «᾿Αγαθὲ Διδάσκαλε, τί νὰ κάνω γιὰ νὰ κληρονομήσω τὴν αἰώνια ζωή;» ῾Ο ᾿Ιησοῦς τοῦ ἀπάντησε· «Γιατί μὲ ἀποκαλεῖς “ἀγαθό”; Κανένας δὲν εἶναι ἀγαθός, παρὰ μόνο ἕνας, ὁ Θεός. Ξέρεις τὶς ἐντολές· μὴ μοιχεύσεις, μὴ σκοτώσεις, μὴν κλέψεις, μὴν ψευδομαρτυρήσεις, τίμα τὸν πατέρα σου καὶ τὴ μητέρα σου». Κι ἐκεῖνος τοῦ εἶπε· «῞Ολα αὐτὰ τὰ τηρῶ ἀπὸ τὰ νιάτα μου». ῞Οταν τ’ ἄκουσε ὁ ᾿Ιησοῦς τοῦ εἶπε· «῞Ενα ἀκόμη σοῦ λείπει· πούλησε ὅλα ὅσα ἔχεις καὶ δῶσε τὰ χρήματα στοὺς φτωχούς, κι ἔτσι θὰ ἔχεις θησαυρὸ κοντὰ στὸν Θεό· κι ἔλα νὰ μὲ ἀκολουθήσεις». Μόλις ἐκεῖνος τ’ ἄκουσε αὐτά, πολὺ στενοχωρήθηκε, γιατὶ ἦταν πάμπλουτος. ῞Οταν ὁ ᾿Ιησοῦς τὸν εἶδε τόσο στενοχωρημένον, εἶπε· «Πόσο δύσκολα θὰ μποῦν στὴ βασιλεία τοῦ Θεοῦ αὐτοὶ ποὺ ἔχουν τὰ χρήματα! Εὐκολότερο εἶναι νὰ περάσει καμήλα μέσα ἀπὸ βελονότρυπα, παρὰ νὰ μπεῖ πλούσιος στὴ βασιλεία τοῦ Θεοῦ». ῞Οσοι τὸν ἄκουσαν εἶπαν· «Τότε ποιὸς μπορεῖ νὰ σωθεῖ;» Κι ἐκεῖνος τοὺς ἀπάντησε· «Αὐτὰ ποὺ γιὰ τοὺς ἀνθρώπους εἶναι ἀδύνατα, γιὰ τὸν Θεὸ εἶναι δυνατά».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου