Τρίτη, 6 Μαρτίου 2012

Η ΕΚΚΛΗΣΙΑ ΑΝΕΚΑΘΕΝ ΝΟΥΘΕΤΟΥΣΕ ΤΟΥΣ ΠΟΛΙΤΙΚΟΥΣ (π. Βασίλειος Βολουδάκης)


Η ΕΚΚΛΗΣΙΑ ΑΝΕΚΑΘΕΝ
ΝΟΥΘΕΤΟΥΣΕ ΤΟΥΣ ΠΟΛΙΤΙΚΟΥΣ
Επειδή ὑπάρχουν ἀκόμη ἀρκετοί πού ἀμφιβάλλουν γιά τό ἐάν καί κατά πόσον πρέπει νά σχετίζεται τό λειτούργημα τοῦ Κληρικοῦ μέ τό ἔργο καί τήν διακονία τῶν πολιτικῶν, παρά τά ὅσα ἔχουμε ἐπί πολλά ἔτη γράψει σχετικά μέ τήν ὑποχρέωση τῶν Ἐκκλησιαστικῶν Ποιμένων νά νουθετοῦν, νά καθοδηγοῦν καί νά ἐλέγχουν τούς πολιτικούς, ἀρχίζουμε ἀπό τό τεῦχος αὐτό νά παραθέτουμε κείμενα τῆς Βυζαντινῆς περιόδου πού μαρτυροῦν μέ τόν πιό πειστικό τρόπο την ἀλήθεια τῶν ἰσχυρισμῶν μας.
Τό κείμενο πού ἀκολουθεῖ εἶναι ἀποσπάσματα ἀπό τίς παραινέσεις τοῦ Διακόνου τῆς Κωνσταντινουπόλεως Ἀγαπητοῦ πρός τόν μαθητή του καί Αὐτοκράτορα Ἰουστινιανό γιά τήν ἄσκηση τῶν βασιλικῶν του καθηκόντων.
Εἶναι περιττό νά τονίσουμε τήν σημασία τοῦ κειμένου αὐτοῦ, δεδομένου ὅτι οἱ παραινέσεις γίνονται ἀπό ἕνα ἁπλό Διάκονο τῆς Ἐκκλησίας πρός ἕνα ἰσόβιο Αὐτοκράτορα πού εἶχε σπάνια θεολογική κατάρτιση καί παιδεία,ἐνῶ αὐτοί πού  ἀρνοῦνται σήμερα τίς παραινέσεις τῆς Ἐκκλησίας μας εἶναι ἐφήμερα πολιτικά πρόσωπα καί τέτοιου μάλιστα ἐπιπέδου, ὥστε καί στά καθαρά βιοτικά ζητήματα νά τά θαλασσώσουν καί νά ὁδηγήσουν τήν Πατρίδα μας στήν χρεωκοπία!

Γιά τήν βοήθεια στήν συλλογή τῶν κειμένων ὀφείλουμε χάριτας στόν ἀγαπητόν καί φιλομαθέστατον συμπρεσβύτερον π. Ἀθανάσιον Γιαννόπουλον, ἐφημέριον τοῦ Ἱ. Ν. Ἁγ. Ἀρτεμίου Γούβας, τόν ὁποῖον θερμά εὐχαριστοῦμε καί ἐλπίζουμε στήν περαιτέρω συνεργασία του.
π. Β. Ε. Β.

ΕΚΘΕΣΙΣ ΚΕΦΑΛΑΙΩΝ ΠΑΡΑΙΝΕΤΙΚΩΝ,
ΠΑΡΑ ΑΓΑΠΗΤΟΥ
ΔΙΑΚΟΝΟΥ ΤΗΣ ΑΓΙΩΤΑΤΗΣ ΤΟΥ ΘΕΟΥ ΜΕΓΑΛΗΣ ΕΚΚΛΗΣΙΑΣ,
ΠΡΟΣ ΒΑΣΙΛΕΑ ΙΟΥΣΤΙΝΙΑΝΟΝ.


 
ΚΕΦΑΛΑΙΟΝ ΠΡΩΤΟΝ
Τιμῆς ἁπάσης ὑπέρτερον ἔχων ἀξίωμα, βασιλεῦ, τίμα ὑπέρ ἅπαντας τόν τούτου σε ἀξιώσαντα Θεόν (4), ὅτι καί καθ’ ὁμοίωσιν τῆς ἐπουρανίου βασιλείας (5), ἔδωκέ σοι τό σκῆπτρον τῆς ἐπιγείου δυναστείας, ἵνα τούς ἀνθρώπους διδάξῃς τήν τοῦ δικαίου φυλακήν, καί τῶν κατ’ αὐτοῦ λυσσώντων ἐκδιώξῃς τήν ὑλακήν, ὑπό τῶν αὐτοῦ (6) βασιλευόμενος νόμων, καί τῶν ὑπό σέ βασιλεύων ἐννόμως.
ΚΕΦΑΛ. Β΄.
Ὡς κυβερνήτης ἀγρυπνεῖ διά παντός, ὁ τοῦ βασιλέως πολυόμματος νοῦς, διακατέχων ἀσφαλῶς τῆς εὐνομίας τούς οἴακας, καί ἀπωθούμενος ἰσχυρῶς τῆς ἀνομίας τούς ρύακας, ἵνα τό σκάφος τῆς παγκοσμίου πολιτείας μή περιπίπτῃ, κύμασιν ἀδικίας.
ΚΕΦΑΛ. Γ΄.
Θεῖον μάθημα καί πρῶτον οἱ ἄνθρωποι, τό γνῶναι τινά ἑαυτόν (7),διδασκόμεθα. Ὁ γάρ ἑαυτόν γνούς, γνώσεται Θεόν· Θεόν δέ ὁ γνούς, ὁμοιωθήσεται Θεῷ· ὁμοιωθήσεται δέ Θεῷ, ὁ ἄξιος γενόμενος Θεοῦ·ἄξιος δέ γίνεται Θεοῦ, ὁ μηδέν ἀνάξιον πράττων Θεοῦ, ἀλλά φρονῶν μέν τά αὐτοῦ, λαλῶν δέ ἅ φρονεῖ, ποιῶν δέ ἅ λαλεῖ.
ΚΕΦΑΛ. Δ΄.
Ἐπί προγόνων εὐγενείᾳ μηδείς ἐναβρυνέσθω· πηλόν γάρ ἔχουσι πάντες τοῦ γένους προπάτορα, καί οἱ ἐν πορφύρᾳ καί βύσσῳ καυχώμενοι, καί οἱ ἐν πενίᾳ καί νόσῳ τρυχόμενοι (8), καί οἱ διαδήματα περικείμενοι, καί οἱ διά δόματα (9) προκείμενοι. Μή τοίνυν εἰς πήλιον ἐγκαυχώμεθα γένος, ἀλλά ἐπί χρηστότητι σεμνυνώμεθα τρόπων.
ΚΕΦΑΛ. Ε΄.
Ἴσθι, ᾦ εὐσεβείας θεότευκτον ἄγαλμα, ὅτι ὅσω μεγάλων ἠξιώθης παρά Θεοῦ δωρεῶν, τοσούτω μείζονος ἀμοιβῆς ὀφειλέτης ὑπάρχεις αὐτῶ. Οὐκοῦν ἀπόδος τῷ εὐεργέτῃ τό χρέος τῆς εὐχαριστίας, τῷ λαμβάνοντι τό χρέος ὡς χάριν καί τήν χάριτος χάριν ἀντιδιδόντι. Αὐτός γάρ ἀεί καί χαρίτων ἄρχει, καί ὡς χρέος τάς χάριτας ἀποδίδωσιν· εὐχαριστίαν δέ ζητεῖ παρ’ ἡμῶν, οὐ τήν διά ῥημάτων ἀγαθῶν προσφοράν, ἀλλά την διά πραγμάτων εὐσεβῶν προσφοράν.
ΚΕΦΑΛ. Η΄.
Ἀπρόσιτος μέν ὑπάρχεις ἀνθρώποις διά τό ὕψος τῆς κάτω βασιλείας· εὐπρόσιτος δέ γίνῃ τοῖς δεομένοις διά τό κράτος τῆς ἄνω ἐξουσίας· καί ἀνοίγεις τά ὦτα τοῖς πενίας πολιορκουμένοις, ἵνα εὕρῃς τήν τοῦ Θεοῦ ἀκοήν ἀνεωγμένην. Οἶοι γάρ ἄν τοῖς ἡμετέροις γενώμεθα συνδούλοις, τοιοῦτον περί ἡμᾶς εὑρήσομεν τόν Δεσπότην.
ΚΕΦΑΛ. ΙΒ΄.
Ἀποστρέφου τῶν κολάκων τούς ἀπατηλούς λόγους, ὥσπερ τῶν κοράκων τούς ἁρπακτικούς τρόπους· οἱ μέν γάρ τούς τοῦ σώματος ἐξορύττουσιν ὀφθαλμούς· οἱ δέ, τούς τῆς ψυχῆς ἑξαμβλύνουσι λογισμούς, μη συγχωροῦντες ὁρᾷν τήν τῶν πραγμάτων ἀλήθειαν. Ἤ γάρ ἐπαινοῦσιν ἔσθ’ὅτε τά ψόγου ἄξια, ἤ ψέγουσι πολλάκις τά ἐπαίνων κρείττονα· ἵνα δυοῖν θάπερον αὐτοῖς ἁμαρτάνηται, ἤ τό κακκόν ἐπαινούμενον, ἤ τό καλόν ὑβριζόμενον.
ΚΕΦΑΛ. ΙΔ΄.
Εἴ τίς κεκαθαρισμένον ἔχει τόν λογισμόν ἐκ τῆς ἀνθρωπίνης ἀπάτης, καί βλέπει τό οὐτιδανόν τῆς ἑαυτοῦ φύσεως, τότε βραχύ και ὠκύμορον τῆς ἐνταῦθα ζωῆς καί τόν συνεζευγμένον τῇ σαρκί ῥύπον, εἰς τόν τῆς ὑπερηφανίας οὐκ ἐμπεσεῖται κρημνόν, κἄν ἐν ἀξιώματι ὑπάρχῃ ὑψηλῷ.
ΚΕΦΑΛ. ΙΗ΄.
Βασιλέα σέ κατά ἀλήθειαν ὁρίζομαι, ὡς βασιλεύειν καί κρατεῖν τῶν ἡδονῶν δυνάμενον, καί τόν στέφανον τῆς σωφροσύνης ἀναδησάμενον, καί πορφύραν τῆς δικαιοσύνης ἀμφιασάμενον. Ἡ μέν γάρ ἄλλη ἐξουσία τόν θάνατον ἔχει δαδοχήν· ἡ δέ τοιαύτη βασιλεία τήν ἀθάνατον σώζει διαμονήν· καί ἡ μέν ἐν τῷ αἰῶνι τούτῳ λύεται· ὁ δέ τῆς αἰωνίου κολάσεως ῥύεται.
ΚΕΦΑΛ. ΙΘ΄.
Εἰ τήν ἐκ πάντων βούλει καρποῦσθαι τιμήν, γίνου τοῖς ἅπασιν εὐεργέτης κοινός· οὐδέν γάρ οὕτω πρός εὔνοιαν ἐφέλκεται,ὡς εὐποιίας χάρις διδομένη τοῖς χρῄζουσιν. Ἡ γάρ διά φόβον γινομένη θεραπεία, κατεσχηματισμένη ἐστί θωπεία,πεπλασμένης τιμῆς ὀνόματι φενακίζουσα τούς αὐτῇ προσανέχοντας.
ΚΕΦΑΛ. ΚΑ΄.
Τῇ μέν οὐσίᾳ τοῦ σώματος,ἴσος παντί ἀνθρώπω ὁ βασιλεύς,τῇ ἐξουσίᾳ δέ τοῦ ἀξιώματος ὅμοιός ἐστι τῷ ἐπί πάντων Θεῷ· οὐκ ἔχει γάρ ἐπί γῆς τόν αὐτοῦ ὑψηλότερον. Χρή τοίνυν αὐτόν καί ὡς Θεόν μη ὀργίζεσθαι, καί ὡς θνητόν μή ἐπαίρεσθαι· εἰ εἰκόνι θεϊκῇ τετίμηται, ἀλλά καί εἰκόνι χοϊκῇ συμπέπλεκται· δί’ ἧς ἐκδιδάσκεται τήν προς πάντας ἰσότητα. ἐφορᾷν, καί μηδέν ἀνέχῃ παρορᾷν. Οὐ γάρ μικρόν ἐπί σοί ὅπερ μικρόν εἶναι δοκεῖ ἐν συγκρίσει τῶν σῶν· ἐπειδή καί ρῆμα βασιλέως ψιλόν μεγάλην ἔχει παρά πᾶσιν ἰσχύν.__



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου